τοῦ Ἐμμανουὴλ ἡμέρᾳ περὶ τὸ Ἰουδαίων ἔθνος γενησομένων κατὰ τὴν ἑτέραν ἑρμηνείαν, σπάνιός τις ἔσεσθαι λέγεται ὁ καταλειφθεὶς ἐξ αὐτῶν, περὶ οὗ φησιν ὁ ἀπόστολος “λεῖμμα κατ’ ἐκλογὴν χάριτος γέγονεν. ὃς δὴ θρέψει δάμαλιν βοῶν καὶ δύο πρόβατα,
καὶ ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα βούτυρον καὶ μέλι φάγεται.” τοιοῦτος δὲ ἡμῖν ἀπεδείχθη κατὰ τὴν δευτέραν ἀπόδοσιν πᾶς ὁ ἀποστολικὸς τῶν μαθητῶν χορὸς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.