καὶ προσέθετο κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου τοῦ θεοῦ σου εἰς βάθος ἢ εἰς ὕψος. καὶ εἶπεν Ἄχαζ, οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω κύριον. καὶ εἶπεν, ἀκούσατε δὴ οἶκος Δαβὶδ, μὴ μικρὸν ὑμῖν ἀνθρώποις παρέχειν
ἀγῶνα καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; διὰ τοῦτο δώσει κύριος αὐτὸς ὑμῖν σημεῖον. ἰδοὺ ἡ παρθένος b ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται
τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν. καὶ καταλειφθήσεται ἡ γῆ, ἣν σὺ φοβῇ, ἀπὸ προσώπου τῶν δύο βασιλέων.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.