τοῦ θεοῦ λόγος, ἐπεὶ μηδὲ ἡλίου πάθοιεν νἄ τι ἀκτῖνες νεκρῶν καὶ παντοίων σωμάτων ἐπαφώμεναι; τῷ δὲ θείῳ λόγῳ τοὔμπαλιν τὸ φθαρτὸν μετεσκευάζετο, καὶ ἅγιόν τε καὶ ἀθάνατον, ἅτε καὶ ἦν αὐτῷ βουλητὸν, d ἀπετελεῖτο· ναὶ μὴν καὶ ταῖς ἐνθέοις τοῦ πνεύματος βουλαῖς τε καὶ πράξεσι διηκονεῖτο. τοῦτο
οὖν ὅλον τῷ φιλανθρωποτάτῳ θεῷ τε καὶ θεοῦ λόγῳ ὑπὲρ τῆς πάντων ἀνθρώπων θεραπείας τε καὶ σωτηρίας ταῖς τῶν προφητῶν ἀκολούθως ἐνηργεῖτο φωναῖς ἄνωθεν ἐκ παλαιῶν χρόνων τὴν θαυμασίαν ἐκ παρθένου γέννησιν αὐτοῦ προμαρτυρομέναις. σφόδρα
δὲ ἀναγκαίως ὁ προφήτης προτάττει τῆς ἐκ παρθένου γενέσεως τοῦ Χριστοῦ τὸ ἐπιστρεφὲς, ἐπιφωνῶν ἄντικρυς τοῖς τούτων ἀκροωμένοις τὸ ἐὰν μὴ πιστεύσητε, 315 οὐδὲ μὴ συνῆτε.’
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.