ἄγγελος υἱὸς ἐδόθη οωτηρίας αἴτιος, τοῖς δὲ εἰς αὐτὸν ἠπιστηκόσι, πυρὸς δηλαδὴ καὶ καύσεως. ὅλης δὲ ταύτης τῆς οἰκονομίας ὑπόθεσιν γεγονέναι φησὶ τὸν ζῆλον κυρίου λέγων “ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.” ποῖος δὲ ζῆλος; ἢ οὗ μέμνηται Μωσῆς
λέγων “αὐτοὶ παρεζήλωσάν με ἐπ’ οὐ θεῷ, παρώργεσάν με ἐν τοῖς εἰδώλοις αὑτῶν. κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ’ οὐκ ἔθνει· ἐπ’ ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.