211 ταχὺ ποίει. χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλεὶμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν οἰκοῦντες, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς ἴδετε μέγα, καὶ τοῖς καθημένοις ἐν σκότει καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. εἶεν δ’
ἂν ἐν τούτοις δηλούμενοι οἵ τε ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες καὶ οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι, οὓς ἀπὸ γῆς Ζαβουλὼν καὶ b Νεφθαλεὶμ ἀνακαλεσάμενος ἐξελέξατο κήρυκας τοῦ εὐαγγελίου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.