ἄγγελος ἐν τῷ πρὸς τὴν παρθένον χρηματισμῷ φάσκων “μὴ φοβοῦ Μαριὰμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας, καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος
ὁ θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τὸν αἰῶνα, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.