1 ὥσπερ ἀπὸ γῆς καὶ πτώματος ἀνανεωθεὶς αὐτὸς ἐκεῖνος ὁ θρόνος Δαβὶδ διὰ τῆς τοῦ σωτῆρος ἡμῶν ἐνθέου βασιλείας ἀνώρθωται, καὶ διαμενεῖ εἰς τὸν αἰῶνα, b καὶ εἰσέτι γε ὡς ὁ ἥλιος ἐναντίον τοῦ θεοῦ τὴν
πᾶσαν καταλάμπων οἰκουμένην ταῖς ἀκτῖσι τοῦ φωτὸς τῆς διδασκαλίας αὐτοῦ, ἀκολούθως τῇ τε ἀπὸ τοῦ ψαλμοῦ μαρτυρίᾳ καὶ τοῦ μετὰ χεῖρας προφήτου, περὶ τοῦ γεννηθησομένου παιδίου λέγοντος “ἐπὶ τὸν θρόνον Δαβίδ,” δηλαδὴ τὸν αἰώνιον καὶ διαρκῆ,
τὸν δὴ καὶ ἐπηγγελμένον τῷ Δαβὶδ, “καθεσθήσεσθαι αὐτὸν ἐπὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ δικαιοσύνῃ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.