ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ d Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὑ ἀνείληφε σώματος ἐκ παρθένου
καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ‟ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον,” πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.