καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι c τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν
παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.