καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπὶ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ. πόλις ἐπὶ πόλιν καὶ νόμος ἐπὶ νόμον. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω,
καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὑτῶν, καὶ τὰ ἀγάλματα αὑτόν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν·” καὶ τὰ τούτοις ἐξῆς.
296
μᾶλλον δὲ ἐπὶ πάχους ἐλαφροῦ· οὕτω γὰρ ἔχειν φασὶ τὴν Ἑβραίων φωνήν.
ἐποχεῖσθαι λέγεται καὶ τοπικῶς ἐπιβαίνειν μέρει τινὶ τῆς γῆς.
καὶ τοὺς θεοὺς αὐτῶν, δηλαδὴ τοὺς δαίμονας, πολλὰ τὸ παλαιὸν δυναμένους, μηκέτι ἰσχύειν, μηδὲ ἀποκρίνασθαι c τοῖς ἐπερωτῶσι διὰ τὸ τοῦ κυρίου δέος, εἰς χεῖρας δὲ ποίων κυρίων σκληρῶν, ποίων δὲ βασιλέων μετὰ τὴν θεσπιζομένην τοῦ κυρίου παρουσίαν
παρεδόθη Αἴγυπτος, καὶ διὰ τί κυρίου παρόντος σκληροῖς ἄρχουσι παραδίδονται· καὶ τὰ λοιπὰ δὲ τούτοις παραπλησίως ὁ βουλόμενος ἑρμηνευσάτω.
ἐπιφανείας. οὗτος γὰρ θεοῦ λόγος ὢν καὶ θεοῦ δύναμις κατὰ διάνοιαν καὶ πρὸς λέξιν ἐπιδημήσας τῇ d Αἰγυπτίων χώρᾳ διὰ νεφέλης κούφης ἐπλήρου τὰ προηγορευμένα. νεφέλην δὲ κούφην ἀλληγορικῶς ὀνομάζει τὴν δι’ οὑ ἀνείληφε σώματος ἐκ παρθένου
καὶ ἁγίου πνεύματος ἐπιδημίαν αὐτοῦ, ὥσπερ οὖν ἡ Ἑβραίων γραφὴ καὶ ὁ Ἀκύλας σαφέστερον ἠνίξατο εἰπὼν ‟ἰδοὺ κύριος ἐπιβαίνει ἐπὶ πάχους ἐλαφροῦ, καὶ ἔρχεται ἐπ’ Αἴγυπτον,” πάχος ἐλαφρὸν τὸ ἐξ ἁγίου πνεύματος σῶμα προσαγορεύσας.
τοιγαροῦν τὸ τῆς προφητείας μέρος πρὸς λέξιν τέλους ἐτύγχανεν, ὅτε ἄγγελος κυρίου ὄναρ ἐπιφανεὶς εἷπε τῷ Ἰωσὴφ ‟ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι.
θεὸς λόγος ἐπιπαρὼν τῇ τοῦ παιδὸς ἡλικίᾳ, καὶ ἐν 2 τῇ συστάσῃ αὐτοῦ ἐξ ἁγίας παρθένου σαρκὶ παχείᾳ μὲν οὔσῃ διὰ τὸ τῆς σωματικῆς ὕλης ἀντίτυπον, ἐλαφρᾷ δὲ πάλιν διὰ τὸ κρείττονα ἢ καθ’ ἡμᾶς εἶναι, καὶ νεφέλη κούφη ὀνομαζομένῃ διὰ τὸ μὴ ἐξ ἡδυπαθοῦς φθορᾶς, ἀλλὰ ἐξ ἁγίου πνεύματος συστῆναι), τῇ
τῶν Αἰγυπτίων ἐπιδημεῖ χώρᾳ.
καὶ πολέμιοι τοῦ λαοῦ τοῦ θεοῦ, τῶν προφητῶν κατὰ πλεῖστον ὅσον ἀφεστῶτες, εἰκότως αὐτοῖς πρώτοις ἡ τοῦ θεοῦ ἐφίστη δύναμις·
αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν, οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ c ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς
τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδὲν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὑτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς.
ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα· τίνα δὲ ἢν θεασώμεθα. οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ d δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες
καὶ τὰς τόν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινος καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη
ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.
λοιπὸν τὸ περὶ αὐτοῦ εὐαγγέλιον τοῖς Αἰγυπτίοις, ὥσπερ οὖν καὶ τοῖς λοιποῖς ἔθνεσιν, ἐκηρύττετο, ἥ τε ἀόρατος αὐτοῦ δύναμις σὺν τοῖς ἀποστόλοις αὐτοῦ παρὴν ἀφανῶς συμπράττουσα αὐτοῖς καὶ συνεργοῦσα καὶ καταγγέλλουσα δι’ αὐτῶν τὴν εὐσεβῆ διδασκαλίαν
αὐτοῦ, μόνον τὸν ἴνα καὶ μόνον ἀληθῆ θεὸν εὐσεβεῖν παρακελευομένη, τῶν δὲ δαιμόνων τοὺς πάλαι πεπλανημένους ἀφιστῶσα,
τῆς πολυθέου πλάνης καὶ τῷ τοῦ Χριστοῦ λόγῳ προστρεχόντων, τῶν δὲ ἐξ ἐναντίας τούτοις πολεμούντων καὶ ὑπὸ τῶν οἰκείων δαιμόνων ἐξοιστρουμένων, ὡς καὶ ἀδελφοὺς ἀλλήλων διίστασθαι, καὶ τοὺς φιλτάτους διὰ ξιφῶν χωρεῖν τῆς τοῦ Χριστοῦ διδασκαλίας
ἕνεκεν, φησὶν ὁ χρησμὸς ‟καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ’ Αἰγυπτίους καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὑτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὑτοῦ.”
ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, 3 καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς.
τρισί· διαμερισθήσονται πατὴρ ἐπὶ υἱῷ καὶ υἱὸς ἐπὶ πατρὶ, μήτηρ ἐπὶ τὴν θυγατέρα, καὶ θυγάτηρ ἐπὶ τὴν μητέρα, πενθερὰ ἐπὶ τὴν νύμφην, καὶ νύμφη d ἐπὶ τὴν πενθεράν.
παρουσίᾳ λεγούσης ἐπεγερθήσεσθαι Αἰγυπτίους κατ’ Αἰγυπτίων καὶ πολεμήσειν ἄνθρωπον τὸν ἀδελφὸν αὑτοῦ; καὶ νόμος δὲ ὁ τῆς καινῆς διαθήκης τοῦ Χριστοῦ ἐπὶ νόμον τὸν τῆς πολυθέου δεισιδαιμονίας ἠγείρετο, ὅτε τῶν εἰδωλολατρῶν ἐθνῶν νόμος τὴν Χριστοῦ
πολεμῶν διδασκαλίαν, πόλις τε καὶ πολιτεία τῆς ἐν Χριστῷ ἐκκλησίας τοῖς τῶν ἀπίστων ἐθνῶν πολιτεύμασιν ἐπανίστατο.
ἐν αὐτοῖς τῆς εἰδωλολατρίας πνεῦμα, συνιδεῖν 299 ταραττομένους εἰσέτι νῦν, καὶ πολλὰ μὲν βουλευομέμους κατὰ τῆς τοῦ Χριστοῦ διδασκαλίας, ὡς ἂν σβέ- σοιεν αὐτὴν καὶ ἐξ ἀνθρώπων ἀφανίσοιεν, διασκεδαννυμένους δὲ ὑπὸ τοῦ θεοῦ, φήσαντος ἐν τῇ προφητείᾳ
‟καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω.”
4 τούς τε πάλαι ἐν αὐτοῖς πολλὰ δυναμένους ἐγγαστρι- μύθους, οὐδέν τι πλέον ἐξ αὐτῶν ἔχουσι.
ἀλλ’ οὐδεμιᾶς γὰρ, φησὶ, τεύξονται βοηθείας οἶ ἐπὶ τοὺς πεπλανημένως δοκοῦντας αὐτῶν εἶναι θεοὺς καταφεύγοντες, τότε μάλιστα αὐτοὺς τοῦ θεοῦ κυρί- κυρίοις σκληροῖς καὶ βασιλεῦσι παραδιδόντος, ὅτε τοῖς δαίμοσιν αὑτῶν πειθόμενοι καὶ ὑπ’ αὐτῶν ἐνεργού-
ἐνεργούμενοι τοὺς κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ διωγμοὺς ἐπεγείρουσιν.
ἐν ἐλευθερίᾳ διῆγον οἶ Αἰγύπτιοι, δυναστεία δὲ αὐ- τῶν ἐξ αἰῶνος μακρά τις καὶ πολλὴ βεβόητο, ἐξ ἐκεί- νοῦ τε πρώτου Ῥωμαίων Αὐγούστου, καθ’ ὃν ὁ κύ- ριος ἡμῶν γεγέννητο, χειρωσαμένου τὴν Αἴγυπτον, ὑστάτης τε τῶν Πτολεμαίων Κλεοπάτρας ἁλούσης,
ὑπὸ τὴν Ρωμαίων γεγόνασιν ἐξουσίαν ὑπό τε τοὺς αὐτῶν νόμους καὶ ἐπιτάγματα, τῆς προτέρας αὐτο- νομίας καὶ ἐλευθερίας ἀφῃρημένοι· ὡς καὶ ἐν τούτῳ d τὸ προφητικὸν ἐπαληθεύειν λόγιον, περὶ μὲν τῶν εἰς τοὺς τόπους ἐκπεμπομένων ἐπιτρόπων τε καὶ ἡγου-
μένων καὶ περὶ τῶν λοιπῶν ἐν μέρει ἀρχόντων φά- σκον ’ καὶ παραδώσω Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν,” περὶ δὲ τῶν τὴν καθ’ ὅλου διε- πόντων ἀρχὴν τὸ ἑξῆς.
ὁ δὲ Σύμμαχος “καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐ- τῶν. οὕτω δὴ τὴν Ῥωμαίων ἡγοῦμαι κεκλῆσθαι βασιλείαν, ὑφ’ ἧς ὥσπερ χαλινῷ καὶ δεσμῷ πεπεδη- μένους οὐ μόνον τοὺς πάντων ἀνθρώπων δεισιδαιμονεστάτους 186 Αἰγυπτίους, ἀλλὰ καὶ τοὺς λοιποὺς πάντας ἀνθρώπους μηδὲν δύνασθαι τολμᾶν κατὰ τῆς 300 τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας δυσφημεῖν.
καὶ δι’ αἰνιγμάτων μακροτέρας καὶ βαθυτέρας τῆς κατὰ τροπολογίαν δεόμενα ἑρμηνείας, ἃ δὴ ἐπὶ σχολῆς κατὰ τὸν προσηχοντακαιρὸν τῆς προσηκούσης τεύξεται διηγήσεως, ἐπὰν σὺν θεῷ τὸν περὶ τῶν ἐπαγγελιῶν ἀποδώσωμεν λόγον.
c
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.