θεοῦ. ἰσχύσατε χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα παρακαλέσατε οἶ ὀλιγόψυχοι τῇ διανοίᾳ ἰσχύσατε, μὴ φοβεῖσθε, ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι, καὶ ἀνταποδώσει, αὐτὸς ἥξει, καὶ σώσει d ἡμὰς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ
ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλὸς, καὶ τρανῆ ἔσται γλῶσσα μογιλάλων, ὅτε ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ· καὶ ἔσται ἡ ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν γῆν πηγὴ ὕδατος ἔσται.”
τὴν ἀκοὴν ἀπειλήφασιν.
κατά τε τὴν ἔνθεον τῆς προφητείας πρόρρησιν καὶ κατὰ τὴν ἀψευδεστάτην τῶν ἱερῶν εὐαγγελίων μαρτρυίαν;
πρὸς τοῖς ἄλλοις τῇ ἐρήμῳ φησὶν ὁ λόγος δοθήσεσθαι τὴν δόξαν τοῦ Λιβάνου.
παρουσίᾳ, τῇ δηλωθείσῃ ἐρήμῳ, λέγω δὴ τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ, τὴν δόξαν τοῦ Λιβάνου δοθήσεσθαι ἡ προκειμένη διδάσκει πρόρρησις. ἀντὶ δὲ τοῦ ‘καὶ ἡ τιμὴ τοῦ Καρμήλου” ὁ μὲν Ἀκύλας φησὶ ̔διαπρέπεια τοῦ Καρμήλου καὶ τοῦ Σάρων, αὐτοὶ
ὄψονται δόξαν κυρίου·’
προφητείαν οὐ τὴν Ἱερουσαλὴμ, οὐδὲ τὴν Ἰουδαίαν, ἀλλὰ τὴν τῶν ἐθνῶν χώραν καταξιωθήσεσθαι ἕσθαι τῆς ἐνθέου γνώσεως. ὁ γοῦν Κάρμηλος καὶ ὁ καλούμενος Σάρων τόποι τῶν ἀλλοφύλων ὑπῆρχον ἐθνῶν.
θεοῦ τῶν ὅλων προσκυνεῖν, οἵ τε τὰ ὦτα τῆς διανοίας κεκωφωμένοι καὶ σκάζοντες καὶ παρειμένοι τὸν πάντα ἑαυτῶν ἴ’ βίον τούτων ἁπάντων καὶ τῶν ἄλλων παθῶν τε καὶ ἀρρωστημάτων διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διδασκαλίας εἰσέτι καὶ
νῦν ἀπαλλάττονται, πολὺ κρείττονος ἢ κατὰ σῶμα ἰάσεως καὶ ὠφελείας ἀξιούμενοι, καὶ τῆς εἰς ἀνθρώπους τοῦ θεοῦ λόγου παρουσίας ἐναργῆ τὴν θείαν καὶ ὑπὲρ ἄνθρωπον δύναμιν ἐπιδεικνύμενοι.
b
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.