ταῦτα, ἅπερ καὶ αὐτοῖς ἔργοις μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ ἐπιφάνειαν συνίσταται πεπληρωμένα· τίνα δὲ ἢν θεασώμεθα. οἱ πρὶν τὴν Αἴγυπτον οἰκοῦντες φαῦλοι καὶ μοχθηροὶ d δαίμονες, ἐξ αἰῶνος μακροῦ τοῖς ξοάνοις ἐμφωλεύοντες
καὶ τὰς τόν Αἰγυπτίων ψυχὰς πάσῃ δεισιδαιμονίας πλάνῃ καταδουλούμενοι, συναισθόμενοι ξένης τινος καὶ ἐνθέου δυνάμεως ἐπιδημούσης αὐτοῖς, αὐτίκα συνεκινοῦντο σάλον καὶ κλόνον ἐν ἑαυτοῖς πάσχοντες, ἥ τε καρδία αὐτῶν καὶ ἡ διανοητικὴ δύναμις ἡττᾶτο ἔνδον ἐν ἑαυτοῖς, ὑποχωροῦσα καὶ νικωμένη
ὑπὸ τῆς ἀοράτως συνελαυνούσης καὶ πυρὸς δίκην ἀρρήτῳ λόγῳ φλεγούσης αὐτοὺς δυνάμεως.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.