αὐτὸν αὐτοῖς ἐπιδημήσειν τὸν κύριον θεσπίζει, ἀλλ’ οὐχὶ τοὺς Αἰγυπτίους ἥξειν εἰς τὴν Ἰουδαίων χώραν, οὐδέ γε εἰς τὰ Ἱεροσόλυμα προσκυνήσειν αὐτῷ, οὐδ’ c ἐνταῦθα κατὰ τὰ παρὰ Μωσεῖ προστεταγμένα προσηλυτεύσειν Ἰουδαίοις, οὐδὲ θύσειν θυσίας ἐν τῷ πρὸς
τῇ Ἱερουσαλὴμ θυσιαστηρίῳ· ἀλλὰ τούτων μὲν ἔσεσθαί φησιν οὐδὲν, τὸν δὲ κύριον αὐτὸν ἐπιδημήσειν τοῖς Αἰγυπτίοις, καὶ τῆς αὑτοῦ παρουσίας καταξιώσειν τοὺς ἄνδρας, μεγάλων τε ἀγαθῶν καταστήσεσθαι αἴτιον αὐτοῖς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.