καὶ καταπάτησιν, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, 288 ἕτερον αὐτὸς ἑαυτῷ ἀγρὸν συνεστήσατο, τὸν ἐπὶ τοῦ παρόντος ἐλαιῶνα ὀνομαζόμενον, ἅτε τοῦ ἐκ θεοῦ ἐλέους τετυχηκότα, καὶ πρὸς τοῦ Χριστοῦ καταφυτευθέντα ἀειθαλέσι φυτοῖς, τοῦτ’ ἔστι ψυχαῖς ἁγίαις
καὶ φωτὸς θρεπτικαῖς, οἵαις τε λέγειν ‟ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.