ὁ οἶκος τοῦ Ἰσραὴλ, καὶ ἄμπελος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον, οὕτω δὴ κατὰ τὴν αὐτὴν θεωρίαν εἴποις d ἂν ὅτι δὴ καὶ ἐλαιὼν ἐγενήθη τῷ δεσπότῃ ἡ ἐξ ἐθνῶν ἐκκλησία αὐτοῦ, ἣν πάλαι ἀγριέλαιον οὖσαν κατεφύτευσεν, ἐγκεντρίσας ἐπὶ τὰς ἀποστολικὰς τῆς καλλιε-
1 λαίου ῥίζας μετὰ τὴν τῶν προτέρων κλάδων ἐκτομὴν, ὥσπερ οὖν ὁ ἀπόστολος παιδεύει ‘καὶ κατεφύτευσέ γε αὐτὴν ὁ κύριος ἑαυτῷ, μονονουχὶ διὰ τῆς προφητείας τείας λέγων “ἐλαίαν ἐλαίαν ὡραίαν εὔσκιον ἐκάλεσε κύριος
τὸ ὄνομά σου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.