καθ’ ἑτέραν δὲ διάνοιαν· μετὰ γὰρ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πάν σύστημα καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μώσεως θρησκείας καθῃρεῖτο· αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ
σωματικῇ πεπόνθασι, τὸν σωτῆρα καὶ λυτρωτὴν τῶν ἀνθρωπίνων ψυχῶν μὴ παραδεξάμενοι, τὸν ἐλθόντα κηρῦξαι τοῖς ὑπὸ δαιμόνων πονηρῶν αἰχμαλώτοις d ἄφεσιν καὶ τοῖς τὰς διανοίας τυφλοῖς ἀνάβλεψιν.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.