τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω εἰ οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας ας κατὰ τοὺς Ἀντόχου χρόνους· οἶον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαὸν, καὶ τὸ στῆναι τοὺς πόδας κυρίου ἐπὶ τὸ τῶν ἐλαιῶν ὅρος, καὶ εἰ γέγονε κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ,
καὶ εἰ τὸ ὄνομα κυρίου ἐκύκλωσε τὴν γῆν πᾶσαν καὶ τὴν ἔρημον, ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει· καὶ τὰ λοιπὰ δὲ τῆς προρρήσεως ὁποίου τέλους ἔτυχεν Ἀντιόχου βασιλεύοντος πῶς τις ἀποδώσει;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.