μέχρι κλέπτου φωρᾶς ἢ σκεύους ἀπωλείας ἤ τινος ἄλλου τοιούτου φθάνοντα, ὧν οὐκ ἀπεικὸς ἦν αὐτοὺς ἐν τῷ περὶ γῆν ἀέρι τὰς διατριβὰς ποιουμένους τὴν εἴδησιν ἐσχηκέναι ’ καλοῦ δὲ καὶ σοφοῦ μηδενὸς ἔπη βόλους εἶναι δόγματος φιλοσόφου, μὴ πολιτείας, μὴ νόμου ὀρθῷ λόγῳ κειμένου ’ μᾶλλον δὲ, εἰ χρὴ φά- b ’ναι ἐλευθέρᾳ φωνῇ, τούτους ἅπαντας ἀρχεκάκους ἡγεῖσθαι χρῆν γεγονέναι ’ οἱ δὴ περὶ σφῶν αὐτῶν
μοιχείας καὶ ἀρρενομιξίας, μητρογαμίας τε καὶ ἀδελ- φῶν ἐκθέσμους κοινωνίας ^ καὶ μυρίας ἄλλας θεομα- Χίας, ἔχθρας τε καὶ πολέμους θεῶν πρὸς θεοὺς, ἀν- θρώπων τε ᾠδαῖς καὶ ὕμνοις καὶ διηγήμασι, μυστη- ρίων τε ἐν ἀπορρήτοις τελεταῖς λεγόντων ἀκροώμε-
νοὶ, οὐδεὶς γοῦν αὐτῶν πώποτε ἐπὶ τοῖς εἰρημένοις, ὡς ἐπ’ ἀκολάστοις καὶ μηδὲ σώφροσιν ἀνθρώποις ἁρ- c μόζουσι φρονεῖν ἢ λέγειν τὰ τοιαῦτα, ἀγανακτήσας φαίνεται.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.