παρὸν διδασκάλοις τοῖς θεοῖς χρῆσθαι; θεῶν γὰρ ἢ καὶ δαιμόνων ἀγαθῶν χρηματιζόντων, καὶ τοτὲ μὲν d διὰ τῆς προγνώσεως καὶ τῆς ἄλλης παραδοξοποιίας τὴν οἰκείαν δύναμιν παραφαινόντων, τοτὲ δὲ διὰ τῆς ἀδιαπτώτου τῶν μαθημάτων ἀληθείας τὴν ἀληθῆ
σοφίαν ἐκδιδασκόντων, τί ποτ’ ἦν ἄρα τὸ μὴ τούτοις μαθητευθῆναι φιλοσόφων παῖδας, ἄλλων δὲ ἀπ’ ἄλλου δογμάτων τινῶν ἐπινοίας ποριζομένων, ἐκ τῆς μακρᾶς διαφωνίας ποικίλας αἱρέσεις φιλοσόφων συστῆναι; ἀλλ’ εἰ μὴ προσεῖχον αὐτοῖς οἶ πολλοὶ τῶν
ἀνθρώπων, τοὺς εὐσεβεῖς δ’ οὖν καὶ θεοῖς προδιόντας χρῆν δήπου τὸ ἀδιάπτωτον ἐκ τῆς τῶν θεῶν ὠφελείας πεπορίσθαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.