ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἠσαίᾳ δὲ τῷ προφήτῃ φήτῃ μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἶς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων ‟ὅτι
1 παιδίον ἐγενήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς c ἰσχυρὸς, ἐξουσιαστὴς, πατὴρ τοῦ μέλλοντος αἰῶνος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.