ἄνθρωπος ἕως πρωΐ. εἶδε δὲ ὅτι οὐ δύναται πρὸς 149 αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος· ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω,
ἐὰν μή με εὐλογήσῃς. εἶπε δ’ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακὼβ. εἶπε δ’ αὐτῷ, οὐκέτι 237 Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετ’ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν,
ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἔνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γάρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα
παρῆλθε τὸ εἶδος τοῦ θεοῦ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.