καὶ ἄλλης πάσης οὐσίας ἀμιγὴς ἐπινοεῖται, ἀπλῷ τῷ τοῦ ἐλαίου προσρήματι παραβέβληται, καθ’ ὃ δὲ πλείστων ἐπινοιῶν ἐν ταὐτῷ περιληπτικὴ τυγζάνει, οἷον ποιητικῆς ἢ βασιλικῆς, προνοητικόν τε 174 καὶ κριτικὸν, φιλάνθρωπόν τε καὶ σωτήριον, ἄλλων
τε ὅσων μυρίων ἐπινοίᾳ θεωρουμένων, εἰκότως μύρῳ πάλιν ἡ τῶν πολλῶν καὶ ἀγαθῶν περιληπτικὴ δύναμις ἀπείκασται, ᾧ κεχρῆσθαι τὸν ἀληθῆ καὶ μόνον ἀρχιερέα τοῦ θεοῦ θεῖοι λόγοι παιδεύουσι
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.