μόνον ὅλῳ τούτῳ χρισθέντα, καὶ τῆς θεικῆς καὶ πᾶσιν ἀκοινωνήτου πατρικῆς εὐωδίας μετειληφότα, καὶ μόνον ἐξ αὐτοῦ γεννηθέντα θεὸν λόγον, μετοχῇ τε τοῦ γεννήσαντος ἀγεννήτου καὶ πρώτου καὶ μείζονος θεὸν ἐκ θεοῦ ἀποφανθέντα, Χριστὸν καὶ ἠλειμμένον ὢ ἀπεκάλεσε. διὸ καὶ ἐν ψαλμοῖς πρὸς αὐτὸν δὴ τοῦ- 1 τον τὸν ὑπὸ τοῦ πατρὸς ἠλειμμένον ἀναφωνεῖ τὸ φάσκον d ὧδε λόγιον ‟ ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδι κίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον
ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.