ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ, νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης, νόμοι Σκυθῶν καὶ
Περσῶν καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταὶ, ἐπιστρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης, νόμοι τῶν ἐξ αἰῶνος παρ’ αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνα- b τρεπτικοὶ, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.