ὁ τῷ δι’ ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω d τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι. τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; βασιλέων δὲ δόγμασι καὶ παλαιῶν νομοθετῶν
φιλοσόφων τε καὶ ποιητῶν καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ’ εἰδωλολατρίας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε γοήτων διανενόηται ; ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε
δὲ ἐπιχειρῆσαι· ἀλλ’ οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.