γεγονέναι μὴ σωφρόνων λόγων, ἀδικίας δὲ καὶ πλεονεξίας καὶ πάσης ἀκολασίας, τούς τε μαθητὰς αὐτοῦτοιαῦταπαρ᾿ αὐτοῦ δεδιδαγμένους παντορέκτας γεγονέναι καὶ παμπονήρους τῶν πώποτε ἀνθρώπων, καθ’ ὑπόθεσιν ἡμῖν συνεχωρεῖτο· ὅπερ ἦν παντὸς
ἀτοπώτατον, ὅμοιον ὡς εἰ καὶ Μώσεως ἐν τοῖς νόμοις 1 λέγοντος “οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις,” συκοφαντῶν αὐτὸν διέβαλλέ d τις λέγων εἰρωνείᾳ ταῦτα φάναι καὶ προσποιήσει·
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.