δικαστηρίοις καὶ ἐν ταῖς κοιναῖς ἀμφισβητήσεσι τῶν ὁ μαρτύρων συμφωνία κυροῖ τὸ ἀμφιγνοούμενον, “ἐπὶ στόματος δ’ οὖν δύο καὶ τριῶν μαρτύρων συνίσταται πᾶν ῥῆμα”, πῶς οὐκ ἂν ἡ ἀλήθεια καὶ ἐπὶ συσταίη, δώδεκα μὲν ὄντων ἀποστόλων, ἑβδομήκοντα
δὲ μαθητόν, μυρίου τε πλήθους τούτων ἐκτὸς, πάντων θαυμαστὴν συμφωνίαν ἐπιδεδειγμένων, καὶ μαρτυρησάντων γε τοῖς ὑπὸ τοῦ Ἰησοῦ πεπραγμένοις, οὐκ ἀνιδρωτὶ, διὰ δὲ βασάνων ὑπομονῆς καὶ πάσης αἰκίας καὶ θανάτου, καὶ ἐπὶ πᾶσιν ὑπὸ τοῦ θεοῦ μαρτυρηθέντων,
ὃς τὸν ὂπ αὐτῶν καταγγελθέντα λόγον ἔτι c καὶ νῦν καὶ εἰς ὅλον τὸν αἰῶνα κρατύνει;
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.