περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. ἀμνὸς μὲν γὰρ ἦν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα ‟ ἴδε ὁ ἀμνὸς
τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἠσαίᾳ λόγιον φάσκον ‟ ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.