τοῦ κόσμου καὶ πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον · τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρὶ, δι’
οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησε φύσει, οὐκ ἄλλως δυναμένῃ δυναμένῃ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι, οὐδέ τι μεῖζον σαρκῶν καὶ c σωμάτων δι’ ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.