ἔργῳ πληροῦντες τὸ ‘‘ὅτι ἐκύκλωσάν με κύνες 505 πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” ἀλλὰ καὶ τὸ ‘ὤρυξαν χεῖράς μου καὶ πόδας μου, ἐξη- ρίθμησαν πάντα τὰ ὀστᾶ μου;’ καὶ ἔτι τὸ “αὐτοὶ δὲ κατενόησαν καὶ ἐπεῖδόν με,” καὶ τὸ “διεμερίσαντο τὰ
ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἒβαλον κλῆρον” αὖθις ἐπληροῦτο, ὅτε ἥλοις αὐτοῦ τὰς χεῖρας καὶ τοὺς πόδας τῷ σταυρῷ κατέπειραν, καὶ ὁπηνίκα τὰ ἱμάτια αὐτοῦ λαβόντες διεμερίσαντο ἑαυ- τοῖς.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.