με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·” διὰ τούτων, ὡς εἰκὸς, δηλῶν ὁμοῦ μὲν καὶ τοὺς στρατιώτας, ὁμοῦ δὲ καὶ τοὺς ἐκ περιτομῆς ἐπαναστάντας αὐτῷ. οἶ μὲν γὰρ στρατιῶται τοῦ Πιλάτου παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον συνήγαγον
d ὅλην τὴν σπεῖραν ἐπ’ αὐτὸν, καὶ ἐκδύσαντες αὐτὸν χλαμύδα κοκκίνην περιέθηκαν αὐτῷ, καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τῆς κεφα- λῆς αὐτοῦ, καὶ κάλαμον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ γονυ- πετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες,
χαῖρε ὁ βασιλεὺς τῶν Ἰουδαίων, καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον, καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.