c φησιν εὐχόμενος μὴ ἀποστῇς ἀπ’ ἐμοῦ, ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν. ’ ὁρῶν δὲ ἐνθέοις ὄμμασιν ἔτι ἐπὶ τοῦ ἰκρίου προσηρτημένου αὐτῷ τοῦ σώματος τὰς ἔξωθεν ἀμφὶ τὸν ἀέρα τοῦτον ἀσάρκους καὶ ἀνθρώποις ἀοράτους δυνάμεις δίκην οἰωνῶν ὠμο-
βορῶν καὶ τρόπον θηρίων περὶ αὑτὸν ἰλυσπωμένας, καὶ πρὸς τὸ μέλλον ὅσον οὔπω νεκρὸν ἔσεσθαι αὐτοῦ τὸ σῶμα, πανταχόθεν τε συρρεούσας τὰς ἀρχὰς καὶ ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦν- d τος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ ἔτι τοὺς ἀμφὶ
τὴν γῆν διιπταμένους καθ’ ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης δαίμονας, εἰκὸς δ’ ὅτι καὶ τοὺς ὑποχθο- νίους ἤδη καὶ τοὺς ἐν αὐτῷ ταρτάρῳ θῆρας ἀγρίους καὶ φοβεροὺς, περὶ ὧν Ἡσαΐας πρὸς τὸν ἐκπεπτωκότα τοῦ οὐρανοῦ ἑωσφόρον ἀποτερνόμενος ἒλεγεν “ὁ Ἃιδης κάτωθεν ἐπικράνθη συναντήσας σοι, συνηγέρθησάν
σοι πάντες οἶ γίγανερς,” ταῦτα δὴ οὖν ἅπαντα συνορῶν ἔξωθεν τὸ ἀνεσκολοπισμένον σῶμα κυκλοῦντα καὶ παρασκευαζόμενα κατ’ αὐτοῦ, τὸ σύστημα αὐτῶν διαγράφει φάσκων περιεκύκλωσάν με μόσχοι πολλοὶ, 314 ταῦροι πίονες περιέσχον με. ἤνοιξαν ἐπ’ ἐμὲ τὸ στόμα
αὑτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.