b χθανί ’ εἰρημένον αὐτῷ ἐπὶ τοῦ σταυροῦ, καὶ ὑπὸ τοῦ η·rαλμοῦ προφητικῶς ἀναπεφωνημένον, καὶ‘‘ὅτι θλῖψις ἐγγὺς, ὅτι οὐκ ἔστιν ὁ βοηθῶν,” τί ἕτερον ἐδήλου ἢ ὅτι ὡς μέγας ἀθλητὴς τοῖς τοσούτοις ἀντι- πάλοις προβεβλημένος ἦν, ἀγωνοθετοῦντος καὶ βρα-
βεύοντος τοῖς γινομένοις τοῦ ἐπὶ πᾶσι θεοῦ; ἔφορον δ’ οὖν τῶν πραττομένων παρεκάλει τὸν πατέρα καὶ πάρεδρον, ὡς ἂν δεξιὸν ἀλείπτην, αὑτῷ συμπαρεῖναι, ταύτῃ μάλιστα ὅτε μηδ’ ὑπῆρχεν αὐτό βοηθὸς ἕτερος ἢ μόνος εἶς ὁ βραβευτὴς τῶν γινομένων.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.