1 καὶ ἑκὼν “ γέγονα σκώληξ καὶ οὐκ ἄνθρωπος, ὄνειδος 312 ἀνθρώπων καὶ ἐξουδἐνημα λαοῦ·” καὶ νῦν ὅτε πάντες οἱ θεωροῦντές μου τὸ σῶμα τῷ σταυρῷ προσηλούμενον, ἀποτρόπαιον ἡγούμενοι ὁρᾶν πρᾶγμα ἐξεμυκτήρισάν
με, τοσαύτην κατ’ ἐμοῦ χλεύην καὶ διασυρμὸν καταχέοντες ὡς μὴ μόνον ἐν διανοίᾳ λογίζεσθαι καὶ ἐνθυμεῖσθαι περὶ ἐμοῦ τὰ ἀσεβῆ, ἀλλὰ καὶ ἀφόβως φθέγγεσθαι καὶ ἐν φανερῷ λαλεῖν “ ἐλάλησαν γοῦν ἐν χείλεσιν, ἐκίνησαν κεφαλὴν, λέγοντες, 501
ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτόν.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.