με φερόμενος σὲ τὸν θεόν μου ἑώρων, ἄτε c ἀσύγχυτος καὶ ἀθόλωτος ἐν τῇ τοσαύτῃ τῶν σαρκῶν κοινωνίᾳ διαμείνας, μᾶλλον δὲ ἀσώματος καὶ τότε ὢν, καὶ πάντων ἐλεύθερος δεσμῶν · οὕτως δὲ ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, καὶ ἀπὸ γαστρὸς μητρὸς θεός
μου ἦσθα, ὡς αἰσθέσθαι τῆς ἐμῆς δυνάμεως ἔτι κυοφορουμένης πρὸς τῆς ἁγίας παρθένου τὸν ἐμὸν πρόδρομον Ἰωάννην, καὶ αὐτὸν κατὰ γαστρὸς τῆς Ἐλιζαβὲτ κυοφορούμενον, ὥστε ὑπὸ τῆς ἐμῆς θεότητος κινηθέντα σκιρτῆσαι ἐν ἀγαλλιάσει καὶ πνεύματος
d ἁγίου πλησθῆναι.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.