τῆς κυοφορούσης με γαστρὸς σὺ αὐτὸς ὁ θεός μου καὶ πατήρ μου ὥσπερ μαιούμενος τὴν ἐμοὶ κατεσκευα- σμένην ἐξ ἁγίου πνεύματος σάρκα ἐξέσπασας, τὴν d ἑαυτοῦ δύναμιν ὀρέξας, ὡς ἂν μή τις ἐνέδρα καὶ ἐπιβουλὴ ἐξ ἀντικειμένων δυνάμεων καὶ πονηρῶν πνευμάτων
διαφθονουμένων τῇ εἰς ἀνθρώπους παρόδῳ μου γένοιτο · ἐπεὶ καὶ κατὰ τὴν πρώτην σύλληψιν σὺ πάλιν τὸ κατὰ γαστρὸς ἐπεσκίασας, ὡς ἂν λάθῃ τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου ἡ ἐξ ἁγίου πνεύματος τῆς ἁγίας παρθένου σύλληψις.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.