1 μένα ἐν τῷ Ψαλμῷ εἰσέτι καὶ νῦν εὕροις ἂν παρὰ τοῖς πολλοῖς περὶ τοῦ αὐτοῦ λεγόμενα. ταῦτα μὲν οὖν περὶ τῆς διαλαβούσης αὐτὸν εἰσέτι τότε περιστάσεως ηὔχετο. εἰδὼς δὲ μὴ χείρονα οὖσαν τῆς τοῦ
θανάτου συμφορᾶς τὴν πρώτην αὑτοῦ εἰς σάρκα ἔνδεσιν καὶ τὴν ἐκ θηλείας καὶ παρθένου γένεσιν, κατὰ c καιρὸν ἐν τοῖς περὶ θανάτου τῶν τῆς γενέσεως αὐτοῦ μνημονεύει λέγων πρὸς τὸς “ ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρὸς, ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός
μου. ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἐκ κοιλίας μητρός μου θεός μου εἷ σύ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.