ἑτέρῳ τῳ ἐφαρμόττειν αὐτὰ ἢ μόνῳ τῷ σωτῆρι ἡμῶν, ὃς πάντων πιστότατος ἂν εἴη καὶ ἀληθέστατος, εἰς ἑαυτοῦ πρόσωπον ἀνειληφὼς τὴν ἀπὸ τοῦ Ψαλμοῦ φωνὴν, ὡς ἐμαρτύρησαν οἶ εὐαγγελισταί· ὁ Ματθαῖος
δι’ ὧν παρεθέμεθα αὐτοῦ λέξεων, ὁ δὲ Μάρκος δι’ ὧν καὶ αὐτὸς ὧδέ πως ἱστορεῖ λέγων “ γενομένης δὲ ὥρας ἕκτης σκότος ἐγένετο ἐφ’ ὅλης τῆς γῆς ἴως ὥρας ἐνάτης. καὶ τῇ ἐνάτῃ ὥρᾳ ἐβόησεν ὁ Ἰη- c σοῦς φωνῇ μεγάλῃ λέγων, ἤλει ἤλει λαμὰ σαβαχθανὶ, ὅ ἐστι μεθερμηνευόμενον, ὁ θεὸς ὁ θεός μου,
1 εἰς τί ἐγκατέλιπές με ; καί τινες τῶν ἀκουσάντων ἔλεγον, Ἠλίαν φωνεῖ.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.