σκορπισθῇ αὐτοῦ τὰ ὀστᾶ; πῶς δὲ‘ εἰςχοῦν θανάτου κατήχθη,” καὶ καταχθεὶς εἰς χοῦν θανάτου τὰ τοι- αὐτὰ λαλεῖ ἔτι καὶ ζῇ καὶ φθέγγεται; τίνες δὲ οἱ κύ- νες οἶ κυκλώσαντες αὐτὸν, ἕτεροι ὄντες παρὰ τοὺς προωνομασμένους ταύρους καὶ μόσχους ; ποία δὲ συναγωγὴ πονηρευομένων τὰς χεῖρας οὐ μόνον, ἀλλὰ καὶ τοὺς πόδας τοῦ τηλικούτου ὤρυξαν, ἀποδύσαντές τε αὐτὸν τὰ μέν τινα διείλοντο αὐτοῦ τῶν ἐνδυμάτων,
τὰ δὲ καὶ κλήρῳ λαχόντες ἔλαβον; τίς δὲ ἡ ῥομφαία καὶ ὁ κύων καὶ ὁ λέων ; τίνες δὲ οἶ λεγόμενοι μονοκέρωτες, 492 τὸν δηλούμενον περιέχοντες, πῶς δὲ μετὰ τὴν πρὸς τοσούτους πάλην, μετὰ τὸ εἰς χοῦν θανάτου καταχθῆναι, ἐπαγγέλλεται τὸ ὄνομα τοὺ πατρὸς διηγεῖσθαι,
οὐ πᾶσιν, ἀλλὰ μόνοις τοῖς ἑαυτοῦ ἀδελφοϊς; τίνες τε οἶ ἀδελφοὶ, τίς τε ἡ ἐκκλησία, περὶ ἧς φησιν ὁ τὰ τοιαῦτα παθὼν “ ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε;” οἷς καὶ ἐπιλέγει “ ὡς ἄρα οὐχ ἕν τὸ Ἰουδαίων ἔθνος, πάντα δὲ τὰ πέρατα τῆς γῆς συναισθήσονται,
καὶ ἐπιστραφήσονται πρὸς κύριον, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν;” καὶ σὺ δὲ παρὰ σαυτῷ βασανίσας ἑκάστην b λέξιν τοῦ Ψαλμοῦ θέα εἰ δυνατὸν ἐπὶ τὸν τυχόντα ἀναφέρειν τὰ θεσπιζόμενα.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.