ἐκεῖνον τοιγαροῦν τὸν καιρὸν καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας ἀναφωνεῖ ὁ Ἀσὰφ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου Ψαλμοῦ. μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον ‟ καὶ προσἐπισυνήχθησαν c
πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια.”
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.