1 μένοις Ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ· τὰ δὲ δεύτερα ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους, τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς τῆς Συρίας βασιλεύσας ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα, b
μιαίνει δὲ τὸν ναὸν καὶ καθαιρεῖ τὸ θυσιαστήριον, ἔπειτα τοὺς Ἰουδαίους ἑλληνίζειν ἐπαναγκάζων πλείστους ὅσους αὐτῶν ἄνδρας τε καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνήρει, ποικίλαις προαικιζόμενος τιμωρίαις.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.