τελευτὴν ταῖς Αἰγυπτιακαῖς ὁμοιοτροπίαις ἀπα- χθέντες ἐπὶ τὴν πολύθεον, ὡς ἔφην, δεισιδαιμονίαν ἀποπεπτώκεσαν, ὡς μηδὲν τῶν Αἰγυπτίων πλέον ἔχειν δοκεῖν, γεγονέναι δὲ κάτα πάντα ὁμοίους αὐτοῖς, κατά τε τὴν τῶν εἰδώλων πλάνην, ἔν τε τοῖς b ἄλλοις ἐγχειρήμασιν ’ εἰκότως, ὥσπερ ἐκ βυθοῦ κακῶν ἀνιμώμενος αὐτοὺς ὁ Μώσης, ἀφίστη μὲν τῆς ἀθέου πολυθείας, ἀνῆγε δὲ ἐπὶ τὸν πάντων δημιουργὸν
θεὸν, πρῶτον ἐκεῖνον βαθμὸν εὐσεβείας ὡς ἐν εἰσαγωγαῖς καὶ προθύροις τῶν τελεωτέρων προβεβλημένος.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.