χρόνον ἕως συνέβαινε λανθάνειν ἀνθρώπους, καὶ ὥσπερ ἐφησυχάζειν τὸν τῆς καινῆς διαθήκης τρό- πον, ὁ Μώσεως ἐν τῷ μεταξὺ παρεισελθὼν νόμος οἷά τις νηπίων καὶ ἀτελῶν ψυχῶν ἐπίτροπος καὶ οἰκονόμος, ἢ καὶ ἰατρὸς δεινῇ καὶ Αἰγυπτιακῇ νόσῳ τετρυχωμένῳ 17
τῷ παντὶ Ἰουδαίων ἔθνει, αὐτοῖς δὴ τοῖς τοῦ ‘ Αβραὰμ ἀπογόνοις, μὴ οἵοις τε οὖσιν ὁμοίως τοῖς προπάτορσι κατορθοῦν, τὸν ὑποβεβηκότα καὶ ἀτελῆ βίον παρεδίδου.
Demonstratio Evangelica. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.