ἄνδρας ἅμα γυναιξὶ καὶ τέκνοις σωρηδὸν τοῖς εἰδώλοις προσιόντας τε καὶ θύοντας ἐνιδὼν. ἀνύποιστον ἡγησάμενος τὴν θέαν, ζήλῳ θεοσεβείας πρόσεισι, κἀκείνοις μεγάλῃ φωνῇ κεκραγὼς ἐπιπλήττει.
εἰ καί τις ἄλλος ἀποδέδεικται μάρτυς τῆς ἀληθείας. ἀποφηναμένου γὰρ κατ’ αὐτοῦ τὸν διὰ πυρὸς θάνατον τοῦ δικαστοῦ, φαιδρῷ προσώπῳ καὶ διαθέσει εὖ μάλα προθυμοτάτῃ τὴν ἀπόφασιν ἀσπαστῶς καταδεξάμενος ἀπάγεται· εἶτα τῷ ἰκρίῳ προσδεῖται, τῆς
τε ὕλης συμπεφορημένης ἐπ’ αὐτῷ, καὶ τῶν μελλόντων ὑφάπτειν τὴν πυρὰν τὴν βασιλέως ἐπιπαρόντος ἐπίκρισιν ἐκδεχομένων, ποῦ μοι τὸ πῦρ” ἐβόα
ὑπέδειξεν ὅτι δὴ θεία δύναμις τοῖς ὸτιποτοῦν χαλε πὸν ὑπὲρ εὐσεβείας ὑπομένουσιν ἐπελαφρίζουσ τοὺς πόνους καὶ τὴν προθυμίαν ἐπιρρωννῦσα παρ’ σταται. μαθὼν γοῦν τὴν καινουργίαν τῆς κολάσεως καὶ μὴ καταπλαγεὶς ὁ γεννάδας, ἀσμένως προύβα
λετο τὴν γλῶτταν, προθυμότατα εὐτρεπῆ παρέχων αὐτὴν τοῖς ἀποτέμνουσι.
πάντων ἐλευθερίας ἀνακηρυχθείσης, μόνος ὑπὸ πέντε κεντήματα ἄμφω τὼ πόδε διαταθεὶς, ἐν αὐτῷ κείμενος τῷ ξύλῳ βρόχῳ περιβληθεὶς, ὡς καὶ ἐπεπόθει, μαρτυρίῳ κατεκοσμήθη.
ἄξιος ἂν εἴη μάρτυσιν ἀριθμεῖσθαι. ταῦτα μὲν ἔτει πρώτῳ τοῦτον ἀπετελέσθη τὸν τρόπον, κατὰ μόνων τῶν τῆς ἐκκλησίας προέδρων ἐπηρτημένου τοῦ διωγμοῦ.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.