τῶν οὐ προσηνῶν αὐτοῖς αὐτίκα τὴν κεφαλὴν άποτέμνεται, τὸ ποιητικὸν εἰπὼν ἐκεῖνο “οὐκ ἀγαθὸν πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἶς βασιλεύς.”
τοῦτο πρῶτον ἐπὶ Καισαρείας τῆς Παλαιστίνης ἀπετελέσθη σημεῖον.
ἄλλοι δὲ ὑπὸ δειλίας τὴν ψυχὴν προναρκήσαντες προχείρως οὕτως ἀπὸ πρώτης ἐξησθένησαν προσβολῆς, τῶν δὲ λοιπῶν ἕκαστος εἴδη διάφορα βασάνων διήλλαττον, τοτὲ μὲν μάστιξιν ἀνηρίθμοις, τοτὲ δὲ στρεβλώσεσι καὶ καταξάνσεσι τῶν πλευρῶν δεσμοῖς
τε ἀνυπομονήτοις, ὑφ’ ὧν τισὶ καὶ παρεθῆναι συνέβη τὰς χεῖρας.
θυσίαν κατὰ τῆς δεξιᾶς ἐπιρριπτούντων, ὡς ἂν τεθυκὼς ἀπηλλάττετο, ὁ δὲ μηδ’ ὅλως ἐφαψάμενος, εἰρηκότων δ’ ἑτέρων ὅτι τεθύκοι, σιωπήσας ἀπῄει, ἄλλος ἡμιθανὴς αἰρόμενος ὡσὰν ἤδη νεκρὸς ἐρρίπτετο καὶ ἀνίετό γε τῶν δεσμῶν, ἐν τεθυκόσιν αὐτοῖς
λελογισμένος, ὁ δὲ βοῶν καὶ μαρτυρόμενος, ὅτι μὴ 1 πείθοιτο, κατὰ στόματος παιόμενος, πολυχειρίᾳ τε τῶν ἐπὶ τούτῳ τεταγμένων κατασιγαζόμενος, μετὰ βίας ἐξωθεῖτο, καὶ εἰ μὴ τεθυκὼς ἦν.
κατηξιώθησαν στεφάνου Ἀλφειὸς καὶ Ζακχαῖος, οἱ μετὰ μάστιγας καὶ ξεσμοὺς, δεσμά τε χαλεπὰ καὶ τὰς ἐπὶ τούτοις ἀλγηδόνας, ἑτέρας τε διαφόρους ἐξετάσεις, νυχθήμερον ὑπὸ τέσσαρα τοῦ κολαστηρίου ξύλου κεντήματα τοὺς πόδας παραταθέντες,
Δίου μηνὸς ἑπτακαιδεκάτῃ αὕτη παρὰ Ῥωμαίοις ἡ πρὸ δεκαπέντε Καλανδῶν Δεκεμβρίων) μόνον ἴνα θεὸν καὶ Χριστὸν βασιλέα Ἰησοῦν ὁμολογήσαντες, ὥς τι βλάσφημον φθεγξάμενοι, ὁμοίως τῷ προτέρῳ μάρτυρι τὰς κεφαλὰς ἀπετμήθησαν.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.