σφοδρότερον ἐπιταθέντος τοῦ καθ’ ἡμῶν πολέμου, τῆς ἐπαρχίας ἡγουμένου τηνικάδε Οὐρβανοῦ, γραμμάτων τούτῳ πρῶτον βασιλικῶν πεφοιτηκότων, ἐν οἷς καθολικῷ προστάγματι πάντας πανδημεὶ τοὺς κατὰ πόλιν θύειν τε καὶ σπένδειν τοῖς εἰδώλοις ἐκελεύετο,
Τιμόθεος ἐν Γάζῃ πόλει τῆς Παλαιστίνης μυρίας ἀνατλὰς βασάνους, ἐπὶ πάσαις λεπτῷ καὶ μαλθακῷ πυρὶ παραδοθεὶς, δοκιμὴν γνησιωτάτην τῆς περὶ τὸ θεῖον γνησιωτάτης εὐσεβείας διὰ τῆς πρὸς πάντα ὑπομονῆς παρασχὼν, τὸν τῶν ἱερονικῶν τῆς θεοσεβείας ἀθλητῶν στέφανον ἀπηνέγκατο. τούτῳ δ’ ἅμα γενναιοτάτην ἔνστασιν ἐπιδειξάμενοι Ἀγάπιος καὶ ἡ καθ’ ἡμᾶς Θέκλα θηρίοις εἰς βορὰν
κατεδικάσθησαν.
λόγος ἐπιδείξεσθαι τὸν ἀγῶνα.
παροικίας ὑποδιάκονος, Ῥωμύλος ἦν καὶ τούτῳ προσηγορία, δύο τε ἐπὶ τούτοις Αἰγύπτιοι, Πάησις καὶ Ἀλέξανδρος, καὶ ἄλλος τούτῳ συνώνυμος Ἀλέξανδρος τῶν ἀπὸ Γάζης, ἐπὶ τὸ κυνηγέσιον ἀνιέναι μέλλοντι τῷ Οὐρβανῷ, ἐνδήσαντες πρότερον τὰς
αὐτῶν χεῖρας, ὡς ἂν τὴν ἄγαν σημήνειαν περὶ τὸ μαρτύριον προθυμίαν, δρομαῖοι προσίασι, Χριστιανοὺς σφᾶς ὁμολογοῦντες, διά τε τῆς πρὸς πάντα τὰ δεινὰ παρατάξεως, ὅτι μηδὲ τὰς τῶν θηρίων ἐπιβολὰς οἶ τὴν εἰς τὸν τῶν ὅλων θεὸν εὐσέβειαν αὐχοῦντες
κατεπτήχασιν, ἐπιδεικνύμενοι.
αὐτῶν δειναῖς καὶ ποικίλαις ἤδη πρότερον καθ’ ἑτέρας ὁμολογίας ἐναθλήσαντος βασάνοις, Ἀγάπιος καὶ αὐτῷ ὄνομα ἠν, τοῦ δὲ τὰς τοῦ σώματος αὐτοῖς χρείας διακονουμένου, ὄνομα δὲ καὶ τούτῳ Διονύσιος, οἱ πάντες ὀκτὼ γενόμενοι τὸν ἀριθμὸν ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς αὖθις ἐπ’ αὐτῆς Καισαρείας
ἀποτέμνονται, Δύστρου μηνὸς ἡμέρᾳ τετράδι καὶ εἰκάδι, ἡ πρὸ ἐννέα Καλανδῶν Ἀπριλλίων καὶ αὐτὴ οὔσα ἐτύγχανεν.
γίνεται, νοσεῖν τε αὐτοῖς ἄρχεται τὰ κοινά.
καθ’ ὅλης πρυτανευθῆναι τῆς ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν οἰκουμένης.
εἰρηναῖα ἦν, τὴν ἐκ προγόνων εἰς ἀλλήλους εὔνοιαν ἀπολαμβάνοντα. ἀλλὰ τούτων μὲν κατὰ τὸν προσήκοντα καιρὸν ἐντελέστερον ἀποδώσομεν τὸν λόγον. νυνὶ δὲ ἐπὶ τὴν τῶν ἐξῆς ἀπίωμεν ἀκολουθίαν.
De Martyribus Palaestinae (Recensio Brevior). Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.