ἄνθραξ προσαγορευόμενον — ἐπιφορὰ, ὃ καθ’ ὅλων μὲν ἕρπον τῶν σωμάτων σφαλεροὺς ἐνεποίει τοῖς πεπονθόσι κινδύνους, οὐ μὴν ἀλλὰ καὶ κατὰ τῶν ὀφθαλμῶν διαφερόντως ἐπὶ πλεῖστον γινόμενον μυρίους ὅσους ἄνδρας ἅμα γυναιξὶ καὶ παισὶ πηροὺς
ἀπειργάζετο.
καὶ τὸν αὐτὸν συρρεύσαντα καιρὸν τῆς τοῦ τυράννου θρασύτητος τὴν κατὰ τοῦ θείου μεγαλαυχίαν διήλεγξεν, ὅτι δὴ τῆς περὶ τὰ εἴδωλα αὐτοῦ σπουδῆς καὶ τῆς καθ᾿ ἡμῶν ἕνεκα πολιορκίας μὴ λιμὸν μηδὲ λοιμὸν μηδὲ μὴν πόλεμον ἐπὶ τῶν αὐτοῦ συμβῆναι
καιρῶν ἐθρασύνετο. ταῦτα δ᾿ οὖν ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ ἐπελθόντα καὶ τῆς αὐτοῦ καταστροφῆς περιειλήφει τὰ προοίμια.
πόλεις οἰκούντων δεινῶς ὁ λιμός τε ἅμα καὶ λοιμὸς κατετρυχέτην, ὡς ἑνὸς μέτρου πυρῶν δισχιλίας καὶ πεντακοσίας Ἀττικὰς ἀντικαταλλάττεσθαι.
κώμας, ὡς ἤδη καὶ τὰς πάλαι τῶν ἀγροίκων πολυάνδρους ἀπογραφὰς μικροῦ δεῖν παντελῆ παθεῖν ἐξάλειψιν, ἀθρόως σχεδὸν ἁπάντων ἐνδείᾳ τροφῆς καὶ λοιμώδει νόσῳ διεφθαρμένων.
ἀπεμπολᾶν ἠξίουν, ἄλλοι δὲ τὰς κτήσεις κατὰ βραχὺ διαπιπράσκοντες εἰς ἐσχάτην ἐνδείας ἀπορίαν ἤλαυνον· ἤδη δέ τινες σμικρὰ χόρτου διαμασώμενοι σπαράγματα, καί τινας ἀνέδην φθοροποιοὺς ἐσθίοντες πόας, τὴν τῶν σωμάτων ἔξιν λυ-
μαινόμενοι διώλλυντο.
ὑπ’ ἀδυναμίας τοῦ στῆναι, κατέπιπτον ἐν μέσαις ταῖς πλατείαις, πρηνεῖς δ’ ἡπλωμένοι ὀρέξαι σφίσι μικρὸν τρύφος ἄρτου κατηντιβόλουν, καὶ τὴν ψυχὴν πρὸς ἐσχάταις ἔχοντες ἀναπνοαῖς πεινῆν ἐπεβόων, πρὸς μόνην ταύτην τὴν ὀδυνηροτάτην
φωνὴν εὐσθενεῖς καθιστάμενοι·
πείσεσθαι προσδοκῶντες, ὥστ’ ἤδη κατὰ μέσας ἀγορὰς καὶ στενωποὺς νεκρὰ καὶ γυμνὰ σώματα ἐφ’ ἡμέραις πλείοσιν ἄταφα διερριμμένα θέαν τοῖς ὁρῶσιν οἰκτροτάτην παρέχεσθαι.
οἶ ζῶντες ἐπὶ τὴν κυνοκτονίαν ἐτράποντο, δέει τοῦ μὴ λυσσήσαντας ἀνθρωποφαγίαν ἐργάσασθαι.
ἄρχοντες καὶ ἡγεμόνες καὶ μυρίοι τῶν ἐν τέλει, ὥσπερ ἐπίτηδες τῇ λοιμώδει νόσῳ πρὸς τοῦ λιμοῦ καταλελειμμένοι, ὀξεῖαν καὶ ὠκυτάτην ὑπέμενον τελευτήν· πάντα δ’ οὖν οἰμωγῶν ἦν ἀνάπλεα, κατὰ πάντας τε στενωποὺς, ἀγοράς τε καὶ πλατείας
οὐδ’ ἦν ἄλλο τι θεωρεῖν ἢ θρήνους μετὰ τῶν συνήθων αὐτοῖς αὐλῶν τε καὶ κτύπων.
κακῶν περιστάσει τὸ συμπαθὲς καὶ φιλάνθρωπον ἔργοις αὐτοῖς ἐπιδεικνύμενοι, διὰ πάσης ἡμέρας οἱ μὲν τῇ τῶν θνησκόντων μυριάδες δ’ ἦσαν οἷς οὔτις ἦν ὁ ἐπιμελησόμενος) κηδείᾳ τε καὶ ταφῇ προσεκαρτέρουν, οἶ δὲ τῶν ἀνὰ πᾶσαν τὴν πόλιν
πρὸς τοῦ λιμοῦ κατατρυχομένων τὴν πληθὺν ὑπὸ μίαν σύνοψιν ἀθροίζοντες ἄρτους διένεμον τοῖς πᾶσιν, ὡς περιβόητον εἰς πάντας ἀνθρώπους καταστῆναι τὸ πρᾶγμα, θεόν τε τῶν Χριστιανῶν δοξάζειν, εὐσεβεῖς τε καὶ μόνους θεοσεβεῖς τούτους
ἀληθῶς, πρὸς αὐτῶν ἐλεγχθέντας τῶν πραγμάτων, ὁμολογεῖν.
ὧν εἰς ἡμὰς ὑπερβαλλόντως ἐνεδείξαντο, τὴν εὐμενῆ καὶ φαιδρὰν τῆς αὐτοῦ περὶ ἡμᾶς προνοίας αὖθις ἡμῖν αὐγὴν ἀπεδίδου, ὡς ἐν βαθεῖ σκότῳ παραδοξότατα φῶς ἡμῖν ἐξ αὐτοῦ καταλάμπων εἰρήνης, ἐκφανές τε τοῖς πᾶσι καθιστὰς, θεὸν αὐτὸν
τῶν καθ’ ἡμᾶς ἐπίσκοπον διὰ παντὸς γεγονέναι πραγμάτων, μαστίζοντα μὲν καὶ διὰ τῶν περιστάσεων κατὰ καιρὸν ἐπιστρέφοντα τὸν αὐτοῦ λαὸν, πάλιν δ’ αὖ μετὰ τὴν αὐτάρκη παιδείαν ἵλεων καὶ εὐμενῆ τοῖς εἰς αὐτὸν τὰς ἐλπίδας ἔχουσιν ἀναφαινομενον.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.