καὶ τὰ ἐφ’ ὕβρει πλασθέντα ὑπομνήματα διὰ στόματος κατὰ πᾶσαν ἔφερον ἡμέραν. ἐνταῦθά μοι ἀναγκαῖον εἶναι φαίνεται αὐτὴν δὴ ταύτην τὴν ἐν στήλαις ἀνατεθεῖσαν τοῦ Μαξιμίνου γραφὴν ἐντάξαι (ἵν᾿ ὁμοῦ τῆς τε τοῦ ἀνδρὸς θεομισείας ἡ ἀλαζὼν
καὶ ὑπερήφανος αὐθάδεια φανερὰ κατασταίη, καὶ τῆς παρὰ πόδας αὐτ’ ὂν μετελθούσης ἱερᾶς δίκης ἡ ἄυπνος κατὰ τῶν ἀσεβῶν μισοπονηρία, πρὸς ἧς ἐλαθεὶς οὐκ εἰς μακρὸν τἀναντία περὶ ἡμῶν ἐβουλεύσατό τε καὶ δι᾿ ἐγγράφων νόμων ἐδογμάτισε), τοῦτον ἐπ’ αὐτῶν
λέξεων ἔχουσαν τὸν τρόπον·
διανοίας ἴσχυσε, πᾶσαν πλάνης ἀμαυρότητα καὶ ὀμίχλην ἀποσεισαμένη καὶ ἀνασκεδάσασα, ἥτις “πρὸ τούτου οὐ τοσοῦτον τῶν ἀσεβῶν ὅσον τῶν “ἀθλίων ἀνθρώπων τὰς αἰσθήσεις ὀλεθρίῳ ἀγνοίας “σκότῳ ἐνειληθείσας ἐπολιόρκει, ἐπιγνῶναι ὡς τῇ “τῶν ἀθανάτων θεῶν φιλαγάθῳ προνοίᾳ διοικεῖται
καὶ σταθεροποιεῖται·
“καὶ θεοσεβείας πρὸς τοὺς ἀθανάτους θεοὺς “ἐτυγχάνετε ὄντες, οἶς οὐ ψιλῶν καὶ ὑποκένων· ῥημάτων “πίστις, ἀλλὰ συνεχῆ καὶ παράδοξα ἔργων “ἐπισήμων γνωρίζεται.
“ἐπικαλοῖτο· πολλοῖς γοῦν παραδείγμασι καταφαίνεται “τῇ τῶν οὐρανίων θεῶν αὐτὴν ἐπιδημίᾳ ἀνθεῖν.
“πάλιν ᾔσθετο τοὺς τῆς ἐπαράτου ματαιότητος γεγονότας “ἕρπειν ἄρχεσθαι, καὶ ὥσπερ ἀμεληθεῖσαν “καὶ κεκοιμημένην πυρὰν ἀναζωπυρουμένων τῶν “πυρσῶν μεγίστας πυρκαιὰς ἀναπληροῦσαν, εὐθέως
“πρὸς τὴν ἡμετέραν εὐσέβειαν, ὥσπερ πρὸς μητρόπολιν “πασῶν θεοσεβειῶν, χωρίς τινος μελλήσεως “κατέφυγεν, ἴασίν τινα καὶ βοήθειαν ἀπαιτοῦσα·
“καὶ μέγιστος Ζεὺς, ὁ προκαθήμενος τῆς λαμπροτάτης “ὑμῶν πόλεως, ὁ τοὺς πατρῴους ὑμῶν θεοὺς “καὶ γυναῖκας καὶ τέκνα καὶ ἑστίαν καὶ οἴκους ἀπὸ πάσης ὀλεθρίου φθορᾶς ῥυόμενος, ταῖς ὑμετέραις “ψυχαῖς τὸ σωτήριον ἐνέπνευσε βούλημα, ἐπιδεικνὺς καὶ ἐμφαίνων ὅπως ἐξαίρετόν ἐστι καὶ λαμπρὸν καὶ σωτηριῶδες μετὰ τοῦ ὀφειλομένου σεβάσματος τῇ θρησκείᾳ καὶ ταῖς ἱεροθρησκείαις τῶν ἀνθανάτων
θεῶν προσιέναι.
“προσδοκίᾳ σφάλλουσαν, μηδ’ αὖ ἀσεβοῦς πολέμου “πρόσοψιν ἀνεπικωλύτως ἐπὶ γῆς στηρίζεσθαι, καὶ “φθαρείσης τῆς τοῦ οὐρανοῦ εὐκρασίας αὐχμῶντα “τὰ σώματα εἰς θάνατον κατασύρεσθαι, μηδὲ “ἀμέτρων ἀνέμων πνεύμασι τὴν θάλασσαν κυμαίνου-
“σαν κορυφοῦσθαι, μηδέ γε καταιγίδας ἀπροσδοκή “τους καταρρηγνυμένας ὀλέθριον χειμῶνα “ ρειν, ‘ρειν, ἔτι τοίνυν μήτε τὴν τροφὸν “μητέρα γῆν, ἀπὸ τῶν κατωτάτω λαγόνων ἑαυτῆς “ἐν φοβερῷ τρόμῳ καταδυομένην, μηδέ γε τὰ ἐπι-
“κείμενα ὄρη χασμάτων γινομένων καταδύεσθαι, “ἅπερ πάντα καὶ τούτων ἔτι χαλεπώτερα κακὰ “τούτου πολλάκις γεγονέναι οὐδεὶς ἀγνοεῖ.
“ πων ἐγίνετο, ἡνίκα κατὰ τὰς ψυχὰς αὐτῶν ἐπεπό- “λαξε “λαζε καὶ σχεδὸν εἰπεῖν τὰ πανταχοῦ ‘αἰσχύναις ἐπίεζε.”
“λειμῶνας δι’ εὐομβρίαν φυτοῖς καὶ ἄνθεσι λαμπο- ‘μένους, καὶ τὴν τοῦ ἀέρος κατάστασιν εὔκρατον “καὶ πραοτάτην ἀποδοθεῖσαν·
“τοῦτο τῆς εὐδιεινοτάτης εἰρήνης βεβαίως μεθ’ ‘χίας ἀπολαύοντες ἡδυνέσθωσαν· καὶ ὅσοι τῆς τυφλῆς ἐκείνης πλάνης καὶ περιόδου παντάπασιν ἀποστάντες εἰς ὀρθὴν καὶ καλλίστην διάνοιαν ἐπα- “νῆλθον, μειζόνως μὲν οὖν χαιρέτωσαν, ὡσὰν
“χειμῶνος ἀπροσδοκήτου ἢ νόσου βαρείας σθέντες, καὶ ἡδεῖαν εἰς τοὐπιὸν ζωῆς ἀπόλαυσιν “καρπωσάμενοι.
“ἀποχωρισθέντες ἐξελαθήτωσαν, ἵν᾿ οὕτως, κατ’ ἀκολουθίαν τῆς ἀξιεπαίνου ὑμῶν περὶ τοῦτο σπου- “δῆς, παντὸς μιάσματος καὶ ἀσεβείας ἡ ὑμετέρα πόλις κατὰ τὴν ἔμφυτον αὐτῇ πρόθεσιν ‘μετὰ τοῦ ὀφειλομένου σεβάσματος ταῖς τῶν ἀθανά-
“των θεῶν ἱερουργίαις ὑπακούοι.
“ὁποίαν δ’ ἂν βουληθῆτε μεγαλοδωρεὰν, ἀντὶ ταύ- της ὑμῶν τῆς φιλοθέου προθέσεως αἰτῆσαι.
“αἰῶνα τῆς περὶ τοὺς ἀθανάτους θεοὺς φιλοθέου εὐσεβείας παρέξει μαρτυρίαν, τοῦ δὲ ὑμὰς ἀξίων ἐπάθλων τετυχηκέναι παρὰ τῆς ἡμετέρας φιλαγα- “θίας, ταύτης ὑμῶν ἕνεκεν τῆς τοῦ βίου “ σεως. υἱοῖς τε καὶ ἐκγόνοις ὑμετέροις ἐπιδειχθήσεται.”
κατ’ αὐτὸ δὴ τὸ θεῖον ἐκεῖνο λόγιον, εἰ δυνατὸν, ἐπὶ τούτοις καὶ τοὺς ἐκλεκτοὺς αὐτοὺς σκανδαλίζεσθαι.
τῶν τὴν προκειμένην γραφὴν καθ’ ἡμῶν διακονουμένων, ὁ τῆς ἰδίας ἐκκλησίας ὑπέρμαχος θεὸς, μονονουχὶ τὴν τοῦ τυράννου καθ’ ἡμῶν ἐπιστομίζων μεγαλαυχίαν, τὴν ὑπὲρ ἡμῶν οὐράνιον αὐτοῦ συμμαχίαν ἐπεδείκνυτο.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.