εὐσεβεστάτου καὶ πάντα σωφρονεστάτου γεγονέναι προειρήκαμεν, Λικιννίου ἴου τε τοῦ μετ’ αὐτὸν, συνέσει καὶ εὐσεβείᾳ τετιμημένων, πρὸς τοῦ παμβασιλέως θεοῦ τε τῶν ὅλων καὶ σωτῆρος δύο θεοφιλῶν κατὰ τῶν δύο δυσσεβεστάτων τυράννων ἀνεγηγερμένων,
πολέμου τε νόμῳ παραταξαμένων, θεοῦ συμμαχοῦντος αὐτοῖς, παραδοξότατα πίπτει μὲν ἐπὶ Ῥώμης ὑπὸ Κωνσταντίνου Μαξέντιος, ὁ δ’ ἐπ’ ἀνατολῆς οὐ πολὺν ἐπιζήσας ἐκείνῳ χρόνον αἰσχίστῳ καὶ αὐτὸς ὑπὸ Λικιννίου, οὔπω μανέντος τότε, καταστρέφει
θανάτῳ.
πρόεισι πανστρατιᾷ, Ῥωμαίοις τὰ τῆς ἐκ προγόνων ἐλευθερίας προμνώμενος.
ὁπλιτῶν δ’ ἀνηρίθμῳ πλήθει καὶ στρατοπέδων λό- χοις μυρίοις πάντα τόπον καὶ χώραν καὶ πόλιν, ὅση τις ἐν κύκλῳ τῆς Ῥωμαίων καὶ Ἰταλίας ἀπάσης ὑπ’ αὐτῷ δεδούλωτο, φραξαμένου, ὁ τῆς ἐκ θεοῦ συμμαχίας ἀνημμένος βασιλεὺς ἐπιὼν πρώτῃ καὶ δευτέρᾳ
καὶ τρίτῃ τοῦ τυράννου παρατάξει, εὖ μάλα τε πάσας ἑλὼν, πρόεισιν ἐπὶ πλεῖστον ὅσον τῆς Ἰταλίας, ἤδη τε αὐτῆς Ῥώμης ἄγχιστα ἦν·
ὡς ἐν μύθου λόγῳ παρὰ τοῖς πλείστοις ἀπιστούμενα, πιστά γε μὴν πιστοῖς ἐν ἱεραῖς βίβλοις ἐστηλιτευμένα, αὐτῇ ἐναργείᾳ πᾶσιν ἁπλῶς εἰπεῖν πιστοῖς καὶ ἀπίστοις, ὀφθαλμοῖς τὰ παράδοξα παρειληφόσιν ἐπιστώσατο.
καὶ τοῦ πάλαι θεοσεβοῦς Ἑβραίων γένους “ἅρματα Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν θάλασσαν, ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν θαλάσσῃ ἐρυθρᾷ, πόντῳ ἐκάλυψεν αὐτούς”, κατὰ τὰ αὐτὰ δὴ καὶ Μαξέντιος οἵ τε ἀμφ’ αὐτὸν
ὁπλῖται καὶ δορυφόροι “ἔδυσαν εἰς βυθὸν ὡσεὶ λίθος”, ὁπηνίκα νῶτα δοὺς τῇ ἐκ θεοῦ μετὰ Κωνσταντίνου δυνάμει τὸν πρὸ τῆς πορείας διῄει ποταμὸν, ὃν αὐτὸς σκάφεσι ζεύξας καὶ εὖ μάλα γεφυρώσας μηχανὴν ὀλέθρου καθ’ ἑαυτοῦ συνεστήσατο.
ὑφιζάνει μὲν ἡ διάβασις, χωρεῖ δ’ ἀθρόως αὔτανδρα κατὰ τοῦ βυθοῦ τὰ σκάφη, καὶ αὐτός γε πρῶτος ὁ δυσσεβέστατος, εἶτα δὲ καὶ οἶ ἀμφ’ αὐτὸν ὑπασπισταὶ, ᾗ τὰ θεῖα προαναφωνεῖ λόγια ‘ἔδυσαν ὡσεὶ μόλυβδος ἐν ὕδατι σφοδρῷ· ”
εἰ μὴ λόγοις, ἔργοις δ’ οὖν ὁμοίως τοῖς ἀμφὶ τὸν 1 μέγαν θεράποντα Μωυσέα, τοὺς παρὰ θεοῦ τὴν νίκην ἀραμένους αὐτὰ δὴ τὰ κατὰ τοῦ πάλαι δυσσεβοῦς τυράννου ὧδέ πως ἀνυμνεῖν καὶ λέγειν “ᾄσωνεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται. ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν· βοηθὸς καὶ σκεπαστής
μου κύριος ἐγένετό μοι εἰς σωτηρίαν·’ καὶ “τίς ὅμοιός σοι ἐν θεοῖς, κύριε, τίς ὅμοιός σοι; ἐν ἁγίοις, θαυμαστὸς ἐν δόξαις, ποιῶν τέρατα.”
αἰτίῳ θεῷ αὐτοῖς ἔργοις ἀνυμνήσας, ἐπὶ Ῥώμης μετ’ ἐπινικίων εἰσήλαυνε, πάντων ἀθρόως αὐτὸν ἅμα κομιδῆ νηπίοις καὶ γυναιξὶ, τῶν τε ἀπὸ τῆς συγκλήτου βουλῆς καὶ τῶν ἄλλων διασημοτάτων σὺν παντὶ δήμῳ Ῥωμαίων φαιδροῖς ὄμμασιν, αὐταῖς
ψυχαῖς, οἶα λυτρωτὴν, σωτῆρά τε καὶ εὐεργέτην μετ’ εὐφημιῶν καὶ ἀπλήστου χαρᾶς ὑποδεχομένων.
ἐκ θεοῦ συναισθόμενος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατεθῆναι προστάττει· καὶ δὴ τὸ σωτήριον τοῦ σταυροῦ σημεῖον ἐπὶ τῇ δεξιᾷ κατέχοντα αὐτὸν ἐν τῷ μάλιστα τῶν ἐπὶ Ῥώμης δεδημοσιευμένῳ τόπῳ
στήσαντες, αὐτὴν δὴ ταύτην ὑπογραφὴν ἐντάξαι ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων ἐγκελεύεται φωνῇ·
2 καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ τῇ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα.”
(οὔπω τότε ἐφ’ ἣν ὕστερον ἐκπέπτωκε μανίαν τὴν διάνοιαν ἐκτραπεὶς) θεὸν τὸν τῶν ἀγαθῶν αὐτοῖς αἴτιον εὐμενίσαντες ἄμφω μιᾷ βουλῇ καὶ γνώμῃ νόμον ὑπὲρ Χριστιανῶν τελεώτατον πληρέστατα διατυποῦνται, καὶ τῶν πεπραγμένων εἰς αὐτοὺς
ἐκ θεοῦ τὰ παράδοξα, τά τε τῆς κατὰ τοῦ τυράννου νίκης, καὶ τὸν νόμον αὐτὸν Μαξιμίνῳ τῶν ἐπ’ ἀνατολῆς ἐθνῶν ἔτι δυναστεύοντι, φιλίαν τε πρὸς αὐτοὺς ὑποκοριζομένῳ, διαπέμπονται.
μὴ δοκεῖν ἑτέροις εἶξαι βουλόμενος, μηδ’ αὖ παρεκθέσθαι τὸ κελευσθὲν δέει τῶν προστεταχότων, ὡσὰν ἐξ ἰδίας αὐθεντίας τοῖς ὑπ’ αὐτὸν ἡγεμόσι τοῦτο πρῶτον ὑπὲρ Χριστιανῶν ἐπάναγκες διαχαράττει τὸ γράμμα, τὰ μηδέπω ποτὲ πρὸς αὐτοῦ πεπραγμένα
ἐπιπλάστως αὐτὸς καθ’ ἑαυτοῦ ψευδόμενος.
“ποις φανερὸν εἶναι πέποιθα τοὺς δεσπότας ἡμῶν ‘Διοκλητιανὸν καὶ Μαξιμιανὸν, τοὺς ἡμετέρους “τέρας 5 ἡνίκα συνεῖδον σχεδὸν ἅπαντας ἀνθρώπους, “καταλειφθείσης τῆς τῶν θεῶν θρησκείας, τῷ ἔθνει “τῶν Χριστιανῶν ἑαυτοὺς συμμεμιχότας,
“διατεταχέναι, πάντας ἀνθρώπους τοὺς ἀπὸ “τῶν αὐτῶν θεῶν τῶν ἀθανάτων θρησκείας “χωρήσαντας προδήλῳ κολάσει καὶ τιμωρίᾳ εἰς τὴν “θρησκείαν τῶν θεῶν ἀνακληθῆναι.
ἑκάστῳ τῶν δικαστῶν ἐντολὰς δέδωκα, ὥστε μηδένα τούτων τοῦ λοιποῦ προσφέρεσθαι τοῖς “ἐπαρχιώταις ἀπηνῶς, ἀλλὰ μᾶλλον κολακείᾳ καὶ “προτροπαῖς πρὸς τὴν τῶν θεῶν θρησκείαν αὐτοὺς ἀνακαλεῖν.
κελεύσει τῇ ἐμῇ ὑπὸ τῶν δικαστῶν ἐφυλάττετο τὰ “προστεταγμένα, συνέβαινε μηδένα ἐκ τῶν τῆς ἀνα- “τολῆς μερῶν μήτε ἐξόριστον μήτε ἐνύβριστον “σθαι, ἀλλὰ μᾶλλον ἐκ τοῦ μὴ βαρέως κατ’ “τι γίνεσθαι εἰς τὴν τῶν θεῶν θρησκείαν ἀνακεκλῆ-
‘σκθαι.
“δαμῶς ἐπιτρέποιτο ἐπιτρέποιτο ἐν τῇ αὐτῶν πατρίδι οἰκεῖν. ‘
‘τοῦτο αἰτηθὲν κατεῖδον· εἰ μὲν οὖν τινὲς εἶεν τῇ “αὐτῇ δεισιδαιμονίᾳ διαμένοντες, οὕτως ἔνα ἕκαστον ‘ἐν τῇ ἰδίᾳ προαιρέσει τὴν βούλησιν ἔχειν, καὶ εἰ βούλοιντο τὴν τῶν θεῶν θρησκείαν ἐπιγινώσκειν. “
“καὶ ταῖς λοιπαῖς πόλεσιν, αἱ καὶ αὐταὶ εἰς τοσοῦτον τὴν ὁμοίαν αἴτησιν περισπουδάστως πρός με “πεποιήκασιν, δηλονότι ἵνα μηδὲ εἷς τῶν Χριστια- “νῶν ταῖς πόλεσιν ἐνοικοίη, ἀνάγκην ἔσχον ἀποκρίνασθαι, ὅτι δὴ αὐτὸ τοῦτο καὶ οἶ ἀρ- “χαῖοι αὐτοκράτορες πάντες διεφύλαξαν, καὶ
“τοῖς θεοῖς, δι’ οὓς πάντες ἄνθρωποι καὶ αὐτὴ ἡ “τῶν δημοσίων διοίκησις συνίσταται, ἤρεσεν ‘ὥστε τὴν τοσαύτην αἴτησιν, ἣν ὑπὲρ τῆς θρησκείας “τοῦ θείου αὐτῶν ἀναφέρουσι, βεβαιώσαιμι.
“πρὸ τούτου τοῦ χρόνου διὰ γραμμάτων ἐπέσταλται, “καὶ δι’ ἐντολῶν ὁμοίως κεκέλευσται, ἵνα μὴ “τῶν ἐπαρχιωτῶν τὸ τοιοῦτον ἔθνος ἐπιμεληθέντων μηδὲν τραχέως, ἀλλὰ ἀνεξικάκως “καὶ συμμέτρως συμπεριφέροιντο αὐτοῖς, ὅμως
“μήτε ὑπὸ τῶν βενεφικιαλίων μήτε ὑπ’ ἄλλων “τυχόντων ὕβρεις μηδὲ σεισμοὺς ὑπομένοιεν, ἀκό- “λουθον ἐνόμισα καὶ τούτοις τοῖς γράμμασι τὴν σὴν “στιβαρότητα ὑπομνῆσαι, ὅπως ταῖς κολακείαις ‘ταῖς προτροπαῖς μᾶλλον τὴν τῶν θεῶν
τοὺς ἡμετέρους ἐπαρχιώτας ποιήσειας ἐπιγινώσκειν. “
“λίποις.
“τῶν θεῶν θρησκείαν τοὺς ἡμετέρους προσήκει ἀνακαλεῖν. ἔνα δὲ αὕτη ἡμῶν ἡ κέλευσις “εἰς γνῶσιν πάντων τῶν ἐπαρχιωτῶν τῶν “ἔλθη, διατάγματι ὑπὸ σοῦ προτεθέντι τὸ κεκε- “λευσμένον ὀφείλεις δηλῶσαι.”
τὴν ὁμοίαν συγχώρησιν παλιμβόλου καὶ διεψευσμένης αὐτοῦ γνώμης ἕνεκα.
φυλάττεσθαι, οὐ μὴν συνόδους ἐπικελεῦον ποιεῖσθαι, οὐδ᾿ οἴκους ἐκκλησιῶν οἰκοδομεῖν, οὐδ᾿ ἄλλο τι τῶν συνήθων ἡμῖν διαπράττεσθαι.
ἐπεστάλκεσαν καὶ τοῖς ὑπ᾿ αὐτοὺς ἅπασι διὰ προγραμμάτων καὶ νόμων συγκεχωρήκεσαν. οὐ μὴν ὁ δυσσεβέστατος ταύτῃ ἐνδοῦναι προῄρητο, εἰ μὴ ὅτε πρὸς τῆς θείας συνελαθεὶς δίκης ὕστατόν γε ἄκων ἐπὶ τοῦτ᾿ ἤχθη.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.