τῆς κατὰ Τυρὸν ἐκκλησίας, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμισαν ἐκκλησιῶν ἐπίσκοπος.
Ἀντιοχείας ἄμφω τὸν τοῦ θεοῦ λόγον διὰ τῆς εἰς θάνατον ὑπομονῆς ἐδοξασάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς, ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις.
ἐπὶ Παλαιστίνης μαρτύρων Σιλβανὸς, ἐπίσκοπος τῶν ἀμφὶ τὴν Γάζαν ἐκκλησιῶν, κατὰ τὰ ἐν Φαίνοι χαλκοῦ μέταλλα σὺν ἑτέροις ἑνὸς δέουσι τὸν ἀριθμὸν τεσσαράκοντα τὴν κεφαλὴν ἀποτέμνεται, Αἰγύπτιοί τε αὐτόθι Πήλευς καὶ Νεῖλος ἐπίσκοποι μεθ’ ἑτέρων
τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν.
δ’ ἐπ’ Ἀλεξανδρείας καθ’ ὅλης τε Αἰγύπτου καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων πρῶτος Πέτρος, αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, θεῖόν τι χρῆμα διδασκάλων τῆς ἐν Χριστῷ θεοσεβείας, ἀναγεγράφθω, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος καὶ Δῖος 1 καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος καὶ Παχύμιος καὶ Θεόδωρος, τῶν ἀμφὶ τὴν Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι, μυρίοι τε ἐπὶ τούτοις ἄλλοι διαφανεῖς, οἱ πρὸς τῶν κατὰ χώραν
καὶ τόπον παροικιῶν μνημονεύονται, ὧν ἀνὰ τὴν πᾶσαν οἰκουμένην ὑπὲρ τῆς εἰς τὸ θεῖον εὐσεβείας ἠγωνισμένων γραφῇ παραδιδόναι τοὺς ἄθλους, ἐπ’ ἀκριβές τε ἕκαστα τῶν περὶ αὐτοὺς συμβεβηκότων ἱστορεῖν, οὐχ ἡμέτερον, τῶν δ’ ὄψει τὰ πράγματα
παρειληφότων ἴδιον ἂν γένοιτο. οἷς γε μὴν αὐτὸς παρεγενόμην, τούτους καὶ τοῖς μεθ’ ἡμᾶς γνωρίμους δι’ ἑτέρας ποιήσομαι γραφής.
τε ἐξ ἀρχῆς τοῦ διωγμοῦ συμβεβηκότα, χρησιμώτατα τυγχάνοντα τοῖς ἐντευξομένοις.
ἠξίωτο, τίς ἂν ἐξαρκέσειε λόγος διηγήσασθαι; ὁπότε καὶ οἱ μάλιστα τῆς καθόλου κρατοῦντες ἀρχῆς, δεκαετηρίδας καὶ εἰκοσαετηρίδας τῆς βασιλείας ἐκπλήσαντες, ἐν ἑορταῖς καὶ πανηγύρεσι, φαιδροτάταις τε θαλίαις καὶ εὐφροσύναις μετὰ πάσης εὐσταθοῦς
διετέλουν εἰρήνης.
καί τι περὶ τὴν ὅλην ἀρχὴν νεώτερον γεγονὸς τὰ πάντα πράγματα ἀνατρέπει.
πω πάλαι γεγονὸς μνήμῃ παραδεδομένον.
καὶ σεβαστὸν ἀνθ’ ἑαυτοῦ καταλιπὼν, κοινῷ φύσεως νόμῳ τελευτᾷ τὸν βίον, πρῶτός τε ἐν θεοῖς ἀνηγορεύετο παρ’ αὐτοῖς, ἁπάσης μετὰ θάνατον, ὅση βασιλεῖ τις ἂν ὠφείλετο, τιμῆς ἠξιωμένος, χρηστότατος καὶ ἠπιώτατος βασιλέων,
μόνος τῶν καθ’ ἡμᾶς ἐπαξίως τῆς ἡγεμονίας τὸν πάντα τῆς ἀρχῆς διατελέσας χρόνον, καὶ τἄλλα τοῖς πᾶσι δεξιώτατον καὶ εὐεργετικώτατον παρασχὼν ἑαυτὸν, τοῦ δὲ καθ’ ἡμῶν πολέμου μηδαμῶς ἐπικοινωνήσας, ἀλλὰ καὶ τοὺς ὑπ’ αὐτὸν θεοσεβεῖς
ἀβλαβεῖς καὶ ἀνεπηρεάστους φυλάξας, καὶ μήτε τῶν ἐκκλησιῶν τοὺς οἴκους καθελὼν, μήθ’ ἕτερόν τι καθ’ ἡμῶν καινουργήσας, τέλος εὐδόκιμον καὶ τρισμακάριον ἀπείληφε τοῦ βίου, μόνος ἐπὶ τῆς αὐτοῦ βασιλείας εὐμενῶς καὶ ἐπιδόξως ἐπὶ διαδόχῳ γνησίῳ
παιδὶ, πάντα σωφρονεστάτῳ τε καὶ εὐσεβεστάτῳ, τελευτήσας.
ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. καὶ οὗτος μὲν τοι- οὗτος. Λικίννιος δὲ ἐπὶ τούτοις ὑπὸ κοινῆς ψήφου τῶν κρατούντων αὐτοκράτωρ καὶ σεβαστὸς ἀναπέφηνε.
δὴ οὖν τὰ μάλιστα τυραννικὸς ὢν, παραρπάσας ἑαυτῷ τὴν ἀξίαν, σεβαστὸς ἦν, αὐτὸς ὑφ’ ἑαυτοῦ γεγονώς· ἐντούτῳ δὲ Κωνσταντίνῳ μηχανὴν θανάτου συρράπτων ἁλοὺς ὁ μετὰ τὴν ἀπόθεσιν ἐπανῃρῆσθαι δεδηλωμένος, αἰσχίστῳ καταστρέφει θανάτῳ. πρῴ
του δὲ τούτου τὰς ἐπὶ τιμῇ γραφὰς, ἀνδριάντας τ’ καὶ ὅσα τοιαῦτα ἐπ’ ἀναθέσει νενόμισται, ὡς ἀνοσίο καὶ δυσσεβεστάτου καθῄρουν.
Ecclesiastical History. Eusebius. ed. Wilhelm Dindorf. Germany. 2014.
Sponsored by University of Leipzig.
Funding provided by European Social Fund Saxony.